nt-grundtext

.de

Wortlaut des Andreas-Textes der Offenbarung


Ermittlung des Wortlauts des An-Textes


Auf ähnliche Weise wie der Koine-Text und der Compl-Text wird gegenwärtig auch der Wortlaut des Andreas-Textes (An) ermittelt, der durch Handschriften wie 051 205 254 743 1685 1773 1876 etc. überliefert wird (ca. 60 Hss). Er wird auch mit dem von Josef Schmid publizierten An-Text verglichen (Studien zur Geschichte des griechischen Apokalypse-Textes. 1. Teil: Der Apokalypse-Kommentar des Andreas von Kaisareia, München 1955). Da die Hss dieser Textform jedoch textlich stärker auseinander gehen (dies war schon seit J. Schmid bekannt und wurde durch "Text und Textwert" bestätigt), ist für solide Resultate ein umfangreicherer Ansatz nötig, der gegenwärtig (seit Mai 2021) bearbeitet wird. Eine aktuelle Fassung der ersten acht Kapitel ist mittlerweile erstellt (s.u.), der Rest soll schrittweise folgen. 

Der hier vorgelegten Wortlaut basiert auf dem Vergleich von Transkriptionen ausgewählter Handschriften von An-Untergruppen, die sowohl nach dem Urteil von J. Schmid als auch nach den Ergebnissen von "Text und Textwert" dem ursprünglichen An-Text näher stehen als die übrigen Untergruppen des An-Textes. Diese ausgewählten Überlieferungslinien sind die Untergruppen b, e, h und das Paar 2038-2595, ferner die Untergruppen a und f. Der so erstellte und hier wiedergegebene Text ist unabhängig von Text und Apparat der genannten An-Edition von J. Schmid entstanden, jedoch wurden alle Abweichungen von Schmid ermittelt und überprüft. Etwaige Differenzen gegenüber dem Text von Schmid sind also beabsichtigt und begründet. 


Zur Wiedergabe des An-Textes und seiner Varianten


Der wie oben beschrieben ermittelte An-Text ist unten wiedergegeben. Die in den Hss übliche Form der Nomina Sacra in abgekürzter Schreibweise wurde (wie auch schon bei der Darstellung des Koinetextes und des Complutensetextes) unverändert beibehalten. An vielen Stellen ist die An-Überlieferung gespalten, ein Teil dieser Varianten geht jedoch auf den Einfluss des K-Textes auf einige An-Untergruppen zurück und kann somit für die Rekonstruktion des ursprünglichen An-Textes ignoriert werden. Für die hier wiedergegebene Textermittlung wurden diese Untergruppen daher nicht weiter berücksichtigt, sondern primär die Handschriften der oben genannten Untergruppen herangezogen, da diese von einem Einfluss fremder Textformen (K und andere) frei oder nur minimal berührt sind. Aber auch innerhalb dieser reineren Untergruppen gibt es Stellen, an denen der Text uneinheitlich überliefert ist und genauer untersucht werden muss. Sofern in diesen Fällen von gespaltener Überlieferung keine Variante klar überwiegt, sondern die Entscheidung besonders knapp (und ggf. diskussionswürdig) ausfällt, sind die Stellen grün markiert (Apk 1,11 2x; 1,20; 2,10; 2,18; 2,27; 3,17; 3,18 2x; 4,1; 4,5; 4,7; 4,8; 4,9; 5,6 3x; 5,8; 5,10; 5,13; 5,14; 6,1; 6,4; 6,6; 6,7; 6,9; 6,11 2x; 6,13; 6,16; 7,1; 7,3 3x; 7,4; 7,6; 7,11 2x; 7,12; 7,14; 7,15; 7,16; 7,17; 8,1; 8,2; 8,3 2x; 8,5; 8,6; 8,7), mit Angabe beider infrage kommender Lesarten (die besser bezeugte zuerst genannt). In den Varianten werden auch gewisse orthographische Unregelmäßigkeiten der handschriftlichen Überlieferung unverändert wiedergegeben; diese wurden nicht editorisch geglättet, da nicht unbedingt vorausgesetzt werden kann, dass der dem Urheber des Andreaskommentars vorliegende Text an allen Stellen unseren Vorstellungen von Rechtschreibung entsprach. Details zur Textherstellung und den damit verbundenen Besonderheiten, der Vergleich mit J. Schmid, die handschriftliche Bezeugung der verschiedenen Varianten und eine Auflistung aller Differenzen zwischen An und NA28 sollen in einem zukünftigen Beitrag publiziert werden.


An-Text mit Varianten (Stand 17.05.2022)


1,1 αποκαλυψις ιυ ̅ χυ ̅ ην εδωκεν αυτω ο θς ̅ δειξαι τοις δουλοις αυτου α δει γενεσθαι εν ταχει και εσημανεν αποστειλας δια του αγγελου αυτου τω δουλω αυτου ιωαννη 1,2 ος εμαρτυρησε(ν) τον λογον του θυ ̅ και την μαρτυριαν ιυ ̅ χυ ̅ οσα ειδε(ν) και ατινα εισι(ν) και ατινα χρη γενεσθαι μετα ταυτα 1,3 μακαριος ο αναγινωσκων και οι ακουοντες τους λογους της προφητειας και τηρουντες τα εν αυτη γεγραμμενα ο γαρ καιρος εγγυς 1,4 ιωαννης ταις επτα εκκλησιαις ταις εν τη ασια χαρις υμιν και ειρηνη απο ο ων και ο ην και ο ερχομενος και απο των επτα πνων ̅ α εστιν ενωπιον του θρονου αυτου 1,5 και απο ιυ ̅ χυ ̅ ο μαρτυς ο πιστος ο πρωτοτοκος εκ των νεκρων και ο αρχων των βασιλεων της γης τω αγαπησαντι ημας και λυσαντι ημας εκ των αμαρτιων ημων εν τω αιματι αυτου 1,6 και εποιησεν ημας βασιλεις και ιερεις τω θω ̅ και πρι ̅ αυτου αυτω η δοξα και το κρατος εις τους αιωνας των αιωνων αμην 1,7 ιδου ερχεται μετα των νεφελων και οψονται αυτον πας οφθαλμος και οιτινες αυτον εξεκεντησαν και κοψονται επ αυτον πασαι αι φυλαι της γης ναι αμην 1,8 εγω ειμι το α ̅ και το ω ̅ αρχη και τελος λεγει κς ̅ ο θς ̅ ο ων και ο ην και ο ερχομενος ο παντοκρατωρ 1,9 εγω ιωαννης ο αδελφος υμων και συγκοινωνος εν τη θλιψει και εν τη βασιλεια και υπομονη ιυ ̅ χυ ̅ εγενομην εν τη νησω τη καλουμενη πατμω δια τον λογον του θυ ̅ και δια την μαρτυριαν ιυ ̅ 1,10 εγενομην εν πνι ̅ εν τη κυριακη ημερα και ηκουσα οπισω μου φωνην μεγαλην ως σαλπιγγος λεγουσης 1,11 εγω ειμι το α ̅ και το ω ̅ ο πρωτος και ο εσχατος και ο βλεπεις γραψον εις βιβλιον και πεμψον ταις επτα εκκλησιαις εις εφεσον και εις μυρναν/σμυρναν και εις περγαμον και εις θυατειρας/θυατηροις και εις σαρδεις και εις φιλαδελφιαν και εις λαοδικειαν 1,12 και επεστρεψα βλεπειν την φωνην ητις ελαλησε(ν) μετ εμου 1,13 και επιστρεψας ειδον επτα λυχνιας χρυσας και εν μεσω των λυχνιων ομοιον υιω ανου ̅ ενδεδυμενον ποδηρη και περιεζωσμενον προς τοις μαστοις ζωνην χρυσην 1,14 η δε κεφαλη αυτου και αι τριχες λευκαι ωσει εριον λευκον ως χιων και οι οφθαλμοι αυτου ως φλοξ πυρος 1,15 και οι ποδες αυτου ομοιοι χαλκολιβανω ως εν καμινω πεπυρωμενοι και η φωνη αυτου ως φωνη υδατων πολλων 1,16 και εχων εν τη δεξια χειρι αυτου αστερας επτα και εκ του στοματος αυτου ρομφαια διστομος οξεια εκπορευομενη και η οψις αυτου ως ο ηλιος φαινει εν τη δυναμει αυτου 1,17 και οτε ειδον αυτον επεσα προς τους ποδας αυτου ως νεκρος και επεθηκε(ν) την δεξιαν αυτου χειρα επ εμε λεγων μη φοβου εγω ειμι ο πρωτος και ο εσχατος 1,18 και ο ζων και εγενομην νεκρος και ιδου ζων ειμι εις τους αιωνας των αιωνων και εχω τας κλεις του αδου και του θανατου 1,19 γραψον ουν α ειδες και α εισι(ν) και α μελλει γινεσθαι μετα ταυτα 1,20 το μυστηριον των επτα αστερων ους ειδες επι της δεξιας μου και τας επτα λυχνιας τας χρυσας οι επτα αστερες αγγελοι των επτα εκκλησιων εισι(ν) και [αι] επτα λυχνιαι ας ειδες επτα εκκλησιαι εισι(ν)

2,1 τω αγγελω της εν εφεσω εκκλησιας γραψον ταδε λεγει ο κρατων τους επτα αστερας εν τη δεξια αυτου ο περιπατων εν μεσω των επτα λυχνιων των χρυσων 2,2 οιδα τα εργα σου και τον κοπον σου και την υπομονην σου και οτι ου δυνη βασταξαι κακους και επειρασας τους λεγοντας εαυτους αποστολους ειναι και ουκ εισι και ευρες αυτους ψευδεις 2,3 και εβαστασας και υπομονην εχεις δια το ονομα μου και ουκ εκοπιασας 2,4 αλλ εχω κατα σου οτι την αγαπην σου την πρωτην αφηκας 2,5 μνημονευε ουν ποθεν εκπεπτωκας και μετανοησον και τα πρωτα εργα ποιησον ει δε μη ερχομαι σοι ταχυ και κινησω την λυχνιαν σου εκ του τοπου αυτης εαν μη μετανοησης 2,6 αλλα τουτο εχεις οτι μισεις τα εργα των νικολαιτων α καγω μισω 2,7 ο εχων ους ακουσατω τι το πνα ̅ λεγει ταις εκκλησιαις τω νικωντι δωσω αυτω φαγειν εκ του ξυλου της ζωης ο εστιν εν μεσω του παραδεισου του θυ ̅ 2,8 και τω αγγελω της εν σμυρνη εκκλησιας γραψον ταδε λεγει ο πρωτος και ο εσχατος ος εγενετο νεκρος και εζησεν 2,9 οιδα σου τα εργα και την θλιψιν και την πτωχειαν αλλα πλουσιος ει και την βλασφημιαν των λεγοντων ιουδαιους ειναι εαυτους και ουκ εισιν αλλα συναγωγη του σατανα 2,10 μη δεν/μηδεν φοβου α μελλεις πασχειν ιδου μελλει βαλλειν ο διαβολος εξ υμων εις φυλακην ινα πειρασθητε και εχετε θλιψιν ημερων δεκα γινου πιστος αχρι θανατου και δωσω σοι τον στεφανον της ζωης 2,11 ο εχων ους ακουσατω τι το πνα ̅ λεγει ταις εκκλησιαις ο νικων ου μη αδικηθη εκ του θανατου του δευτερου 2,12 και τω αγγελω της εν περγαμω εκκλησιας γραψον ταδε λεγει ο εχων την ρομφαιαν την διστομον την οξειαν οιδα τα εργα σου και που κατοικεις 2,13 οπου ο θρονος του σατανα και κρατεις το ονομα μου και ουκ ηρνησω την πιστιν μου εν ταις ημεραις εν αις αντιπας ο μαρτυς μου ο πιστος οτι πας μαρτυς πιστος ος απεκτανθη παρ υμιν οπου ο σατανας κατοικει 2,14 αλλ εχω κατα σου ολιγα οτι εχεις εκει κρατουντας την διδαχην βαλααμ ος εδιδασκεν εν τω βαλααμ τον βαλακ βαλειν σκανδαλον ενωπιον των υιων ιηλ ̅ φαγειν ειδωλοθυτα και πορνευσαι 2,15 ουτως εχεις και συ κρατουντας την διδαχην των νικολαιτων ομοιως ο μισω 2,16 μετανοησον ει δε μη ερχομαι σοι ταχυ και πολεμησω μετ αυτων εν τη ρομφαια του στοματος μου 2,17 ο εχων ους ακουσατω τι το πνα ̅ λεγει ταις εκκλησιαις τω νικωντι δωσω αυτω φαγειν απο του μαννα του κεκρυμμενου και δωσω αυτω ψηφον λευκην και επι την ψηφον ονομα καινον γεγραμμενον ο ουδεις οιδεν ει μη ο λαμβανων 2,18 και τω αγγελω της εν θυατηροις/θυατειροις εκκλησιας γραψον ταδε λεγει ο υιος του θυ ̅ ο εχων τους οφθαλμους αυτου ως φλογα πυρος και οι ποδες αυτου ομοιοι χαλκολιβανω 2,19 οιδα σου τα εργα και την αγαπην και την πιστιν και την διακονιαν και την υπομονην σου και τα εργα σου τα εσχατα πλειονα των πρωτων 2,20 αλλ εχω κατα σου πολυ οτι αφεις την γυναικα ιεζαβελ την λεγουσαν εαυτην προφητιν και διδασκει και πλανα τους εμους δουλους πορνευσαι και φαγειν ειδωλοθυτα 2,21 και εδωκα αυτη χρονον ινα μετανοηση εκ της πορνειας αυτης 2,22 ιδου βαλλω αυτην εις κλινην και τους μοιχευοντας μετ αυτης εις θλιψιν μεγαλην εαν μη μετανοησωσιν εκ των εργων αυτων 2,23 και τα τεκνα αυτης αποκτενω εν θανατω και γνωσονται πασαι αι εκκλησιαι οτι εγω ειμι ο ερευνων νεφρους και καρδιας και δωσω υμιν εκαστω κατα τα εργα υμων 2,24 υμιν δε λεγω τοις λοιποις τοις εν θυατηροις οσοι ουκ εχουσι την διδαχην ταυτην οιτινες ουκ εγνωσαν τα βαθη του σατανα ως λεγουσιν ου βαλλω εφ υμας αλλο βαρος 2,25 πλην ο εχετε κρατησατε αχρις ου αν ηξω 2,26 και ο νικων και ο τηρων αχρι τελους τα εργα μου δωσω αυτω εξουσιαν επι των εθνων 2,27 και ποιμανει αυτους εν ραβδω σιδηρα ως τα σκευη τα κεραμικα συντριβεται/συντριβησεται 2,28 ως καγω ειληφα παρα του πρς ̅ μου και δωσω αυτω τον αστερα τον πρωινον 2,29 ο εχων ους ακουσατω τι το πνα ̅ λεγει ταις εκκλησιαις 

3,1 και τω αγγελω της εν σαρδεσιν εκκλησιας γραψον ταδε λεγει ο εχων τα επτα πνατα ̅ του θυ ̅ και τους επτα αστερας οιδα σου τα εργα οτι ονομα εχεις οτι ζης και νεκρος ει 3,2 γινου γρηγορων και στηριξον τα λοιπα α εμελλον αποθανειν ου γαρ ευρηκα σου τα εργα πεπληρωμενα ενωπιον του θυ ̅ 3,3 μνημονευε ουν πως ειληφας και ηκουσας και τηρει και μετανοησον εαν ουν μη γρηγορησης ηξω ως κλεπτης και ου μη γνως ποιαν ωραν ηξω επι σε 3,4 εχεις ολιγα ονοματα εν σαρδεσιν οι ουκ εμολυναν τα ιματια αυτων και περιπατησουσι μετ εμου εν λευκοις οτι αξιοι εισιν 3,5 ο νικων ουτος περιβαλειται εν ιματιοις λευκοις και ου μη εξαλειψω το ονομα αυτου εκ της βιβλου της ζωης και ομολογησω το ονομα αυτου ενωπιον του πρς ̅ μου και ενωπιον των αγγελων αυτου 3,6 ο εχων ους ακουσατω τι το πνα ̅ λεγει ταις εκκλησιαις 3,7 και τω αγγελω της εν φιλαδελφια εκκλησιας γραψον ταδε λεγει ο αγιος ο αληθινος ο εχων την κλειδα του δαδ ̅ ο ανοιγων και ουδεις κλειει και κλειων και ουδεις ανοιγει 3,8 οιδα σου τα εργα ιδου δεδωκα ενωπιον σου θυραν ανεωγμενην ην ουδεις δυναται κλεισαι αυτην οτι μικραν εχεις δυναμιν και ετηρησας μου τον λογον και ουκ ηρνησω το ονομα μου 3,9 ιδου διδωμι εκ της συναγωγης του σατανα των λεγοντων εαυτους ιουδαιους ειναι και ουκ εισιν αλλα ψευδονται και ποιησω αυτους ινα ηξωσι και προσκυνησωσιν ενωπιον των ποδων σου και γνωσιν οτι εγω ηγαπησα σε 3,10 οτι ετηρησας τον λογον της υπομονης μου καγω σε τηρησω εκ της ωρας του πειρασμου της μελλουσης ερχεσθαι επι της οικουμενης ολης πειρασαι τους κατοικουντας επι της γης 3,11 ερχομαι ταχυ κρατει ο εχεις ινα μηδεις λαβη τον στεφανον σου 3,12 ο νικων ποιησω αυτον στυλον εν τω ναω του θυ ̅ μου και εξω ου μη εξελθη ετι και γραψω επ αυτον το ονομα του θυ ̅ μου και το ονομα της πολεως του θυ ̅ μου της καινης ιλημ ̅ η καταβαινουσα εκ του ουνου ̅ απο του θυ ̅ μου και το ονομα μου το καινον 3,13 ο εχων ους ακουσατω τι το πνα ̅ λεγει ταις εκκλησιαις 3,14 και τω αγγελω της εν λαοδικεια εκκλησιας γραψον ταδε λεγει ο αμην ο μαρτυς ο πιστος και αληθινος η αρχη της κτισεως του θυ ̅ 3,15 οιδα σου τα εργα οτι ουτε ψυχρος ει ουτε ζεστος ωφελον ψυχρος ης η ζεστος 3,16 ουτως οτι χλιαρος ει και ουτε ζεστος ουτε ψυχρος μελλω σε εμεσαι εκ του στοματος μου 3,17 οτι λεγεις πλουσιος ειμι και πεπλουτηκα και ουδεν/ουδενος χρειαν εχω και ουκ οιδας οτι συ ει ο ταλαιπωρος και ελεεινος και πτωχος και τυφλος και γυμνος 3,18 συμβουλευω σοι αγορασαι παρ εμου χρυσιον πεπυρωμενον εκ πυρος ινα πλουτησης και ιματια λευκα ινα περιβαλη και μη φανερωθη η ασχημοσυνη/αισχυνη της γυμνοτητος σου και κο[υ]λλουριον εγχρισον τους οφθαλμους σου ινα βλεπης 3,19 εγω οσους εαν φιλω ελεγχω και παιδευω ζηλωσον ουν και μετανοησον 3,20 ιδου εστηκα επι την θυραν και κρουω εαν τις ακουση της φωνης μου και ανοιξη την θυραν εισελευσομαι προς αυτον και δειπνησω μετ αυτου και αυτος μετ εμου 3,21 ο νικων δωσω αυτω καθισαι μετ εμου εν τω θρονω μου ως καγω ενικησα και εκαθισα μετα του πρς ̅ μου εν τω θρονω αυτου 3,22 ο εχων ους ακουσατω τι το πνα ̅ λεγει ταις εκκλησιαις 

4,1 μετα ταυτα ειδον και ιδου θυρα ανεωγμενη/ηνεωγμενη εν τω ουνω ̅ και η φωνη η πρωτη ην ηκουσα ως σαλπιγγος λαλουσης μετ εμου λεγουσα αναβα ωδε και δειξω σοι α δει γενεσθαι μετα ταυτα 4,2 και ευθεως εγενομην εν πνι ̅ και ιδου θρονος εκειτο εν τω ουνω ̅ και επι του θρονου καθημενος ομοιος ορασει λιθω ιασπιδι και σαρδινω 4,3 και ιρις κυκλοθεν του θρονου ομοιος ορασει σμαραγδινω 4,4 και κυκλοθεν του θρονου θρονοι κδ̅ και επι τους θρονους κδ̅ πρεσβυτερους καθημενους περιβεβλημενους εν ιματιοις λευκοις και επι τας κεφαλας αυτων στεφανους χρυσους 4,5 και εκ του θρονου εκπορευονται αστραπαι και φωναι και βρονται/βρονται και φωναι και επτα λαμπαδες πυρος καιομεναι ενωπιον του θρονου α εισι(ν) τα επτα πνατα ̅ του θυ ̅ 4,6 και ενωπιον του θρονου ως θαλασσα υαλινη ομοια κρυσταλλω και εν μεσω του θρονου και κυκλω του θρονου τεσσαρα ζωα γεμοντα οφθαλμων εμπροσθεν και οπισθεν 4,7 και το ζωον το πρωτον ομοιον λεοντι και το δευτερον ζωον ομοιον μοσχω και το τριτον ζωον εχων/εχον το προσωπον ως ανος ̅ και το τεταρτον ζωον ομοιον αετω πετομενω 4,8 και τεσσαρα ζωα εν καθ εν αυτων εχων αναπτερυγας εξ κυκλοθεν/κυκλωθεν και εσωθεν γεμουσιν οφθαλμων και αναπαυσιν ουκ εχουσιν ημερας και νυκτος λεγοντες αγιος αγιος αγιος κς ̅ ο θς ̅ ο παντοκρατωρ ο ην και ο ων και ο ερχομενος 4,9 και οταν δωσωσι(ν) τα ζωα δοξαν και τιμην και ευχαριστιαν/ευχαριστειαν τω καθημενω επι του θρονου τω ζωντι εις τους αιωνας των αιωνων 4,10 πεσουνται οι κδ̅ πρεσβυτεροι ενωπιον του καθημενου επι του θρονου και προσκυνησουσι(ν) τω ζωντι εις τους αιωνας των αιωνων και βαλλουσι(ν) τους στεφανους αυτων ενωπιον του θρονου λεγοντες 4,11 αξιος ει κε ̅ ο θς ̅ ημων λαβειν την δοξαν και την τιμην και την δυναμιν οτι συ εκτισας τα παντα και δια το θελημα σου εισι(ν) και εκτισθησαν 

5,1 και ειδον επι την δεξιαν του καθημενου επι του θρονου βιβλιον γεγραμμενον εσωθεν και οπισθεν κατεσφραγισμενον σφραγισιν επτα 5,2 και ειδον αγγελον ισχυρον κηρυσσοντα φωνη μεγαλη τις αξιος ανοιξαι το βιβλιον και λυσαι τας σφραγιδας αυτου 5,3 και ουδεις ηδυνατο εν τω ουνω ̅ ουδε επι της γης ουδε υποκατω της γης ανοιξαι το βιβλιον ουδε βλεπειν αυτο 5,4 και εκλαιον πολυ οτι ουδεις αξιος ευρεθη ανοιξαι και αναγνωναι το βιβλιον ουτε βλεπειν αυτο 5,5 και εις εκ των πρεσβυτερων λεγει μοι μη κλαιε ιδου ενικησεν ο λεων ο εκ της φυλης ιουδα η ριζα δαδ ̅ ανοιξαι το βιβλιον και τας επτα σφραγιδας αυτου 5,6 και [ε]ιδον εν μεσω του θρονου και των τεσσαρων/δ̅ ζωων και εν μεσω των πρεσβυτερων αρνιον εστηκως ως εσφαγμενον εχον κερατα επτα/ζ̅ και οφθαλμους επτα οι εισι(ν) τα πνατα ̅ του θυ ̅ τα απεσταλμενα εις πασαν την γην 5,7 και ηλθε(ν) και ειληφεν εκ της δεξιας του καθημενου επι του θρονου 5,8 και οτε ελαβε(ν) το βιβλιον τα τεσσαρα ζωα και οι κδ̅ πρεσβυτεροι επεσον/επεσαν ενωπιον του αρνιου εχοντες εκαστος κιθαρας και φιαλας χρυσας γεμουσας θυμιαματων αι εισιν αι προσευχαι των αγιων 5,9 και αδουσιν ωδην καινην λεγοντες αξιος ει λαβειν το βιβλιον και ανοιξαι τας σφραγιδας αυτου οτι εσφαγης και ηγορασας τω θω ̅ ημας εν τω αιματι σου εκ πασης φυλης και γλωσσης και λαου και εθνους 5,10 και εποιησας αυτους τω θω ̅ ημων βασιλεις και ιερεις και βασιλευ[σ]ουσιν επι της γης 5,11 και ειδον και ηκουσα φωνην αγγελων πολλων κυκλω του θρονου και των ζωων και των πρεσβυτερων και ην ο αριθμος αυτων μυριαδες μυριαδων και χιλιαδες χιλιαδων λεγοντες φωνη μεγαλη 5,12 αξιον εστι(ν) το αρνιον το εσφαγμενον λαβειν την δυναμιν και πλουτον και σοφιαν και ισχυν και τιμην και δοξαν και ευλογιαν 5,13 και παν κτισμα ο εστιν εν τω ουνω ̅ και επι της γης και υποκατω της γης και επι της θαλασσης α εστι(ν) και τα εν αυτοις παντα ηκουσα λεγοντα[ς] τω καθημενω επι του θρονου και τω αρνιω η ευλογια και η τιμη και η δοξα και το κρατος εις τους αιωνας των αιωνων αμην 5,14 και τα τεσσαρα ζωα ελεγον αμην και οι πρεσβυτεροι επεσον/επεσαν και προσεκυνησαν 

6,1 και ειδον οτε ηνοιξε(ν) το αρνιον μιαν εκ των σφραγιδων και ηκουσα ενος εκ των δ̅/τεσσαρων ζωων λεγοντος ως φωνης βροντης ερχου 6,2 και ειδον και ιδου ιππος λευκος και ο καθημενος επ αυτον εχων τοξον και εδοθη αυτω στεφανος και εξηλθε(ν) νικων και ινα νικηση 6,3 και οτε ηνοιξε(ν) την σφραγιδα την δευτεραν ηκουσα του δευτερου ζωου λεγοντος ερχου 6,4 και εξηλθεν αλλος ιππος πυρος και τω καθημενω επ αυτω/αυτον εδοθη αυτω λαβειν την ειρηνην της γης και ινα αλληλους σφαξωσι(ν) και εδοθη αυτω μαχαιρα μεγαλη 6,5 και οτε ηνοιξε(ν) την σφραγιδα την τριτην ηκουσα του τριτου ζωου λεγοντος ερχου και ειδον και ιδου ιππος μελας και ο καθημενος επ αυτον εχων ζυγον εν τη χειρι αυτου 6,6 και ηκουσα ως φωνην εν μεσω των τεσσαρων ζωων λεγουσαν χοινιξ σιτου δηναριου/διναριου και τρεις χοινικες κριθων δηναριου και το ελαιον και τον οινον μη αδικησης 6,7 και οτε ηνοιξε(ν) την σφραγιδα την τεταρτην ηκουσα φωνην/φωνης του τεταρτου ζωου λεγοντος ερχου 6,8 και ειδον και ιδου ιππος χλωρος και ο καθημενος επανω ονομα αυτω ο θανατος και ο αδης ακολουθει μετ αυτου και εδοθη αυτοις εξουσια επι το τεταρτον της γης αποκτειναι εν ρομφαια και εν λιμω και εν θανατω και υπο των θηριων της γης 6,9 και οτε ηνοιξε(ν) την πεμπτην/ε̅ σφραγιδα ειδον υποκατω του θυσιαστηριου τας ψυχας των ανων ̅ των εσφαγμενων δια τον λογον του θυ ̅ και δια την μαρτυριαν ην ειχον 6,10 και εκραζον φωνη μεγαλη λεγοντες εως ποτε ο δεσποτης ο αγιος και αληθινος ου κρινεις και εκδικεις το αιμα ημων απο των κατοικουντων επι της γης 6,11 και εδοθη αυτοις εκαστω στολη λευκη και ερρεθη αυτοις ινα αναπαυσονται/αναπαυσωνται ετι χρονον μικρον εως ου πληρωσωσι(ν) και οι συνδουλοι αυτων και οι αδελφοι αυτων οι μελλοντες αποκταινεσθαι/αποκτεινεσθαι ως και αυτοι 6,12 και ειδον και οτε ηνοιξε(ν) την σφραγιδα την εκτην και σεισμος μεγας εγενετο και ο ηλιος εγενετο μελας ως σακκος τριχινος και η σεληνη εγενετο ως αιμα 6,13 και οι αστερες του ουνου ̅ επεσον/επεσαν εις την γην ως συκη βαλλει τους ολυνθους αυτης υπο μεγαλου ανεμου σειομενη 6,14 και ο ουνος ̅ απεχωρισθη ως βιβλιον ειλισσομενον και παν ορος και νησος εκ των τοπων αυτων εκινηθησαν 6,15 και οι βασιλεις της γης και οι μεγιστανες και οι πλουσιοι και οι χιλιαρχοι και πας δουλος και πας ελευθερος εκρυψαν εαυτους εις τα σπηλαια και εις τας πετρας των ορεων 6,16 και λεγουσι(ν) τοις ορεσι και ταις πετραις πεσεται/πεσετε εφ ημας και κρυψατε ημας απο προσωπου του καθημενου επι του θρονου και απο της οργης του αρνιου 6,17 οτι ηλθεν η ημερα η μεγαλη της οργης αυτου και τις δυναται σταθηναι 

7,1 και μετα ταυτα ειδον τεσσαρας/δ̅ αγγελους εστωτας επι τας τεσσαρας γωνιας της γης κρατουντας τους τεσσαρας ανεμους της γης ινα μη πνεη ανεμος επι της γης μητε επι της θαλασσης μητε επι παν δενδρον 7,2 και ειδον αλλον αγγελον αναβαινοντα απο ανατολης ηλιου εχοντα σφραγιδα θυ ̅ ζωντος και εκραξε(ν) φωνη μεγαλη τοις τεσσαρσιν αγγελοις οις εδοθη αυτοις αδικησαι την γην και την θαλασσαν 7,3 λεγων μη αδικησητε την γην μη δε/μητε την θαλασσαν μη δε/μητε τα δενδρα αχρι σφραγισωμεν τους δουλους του θυ ̅ ημων επι των μετοπων/μετωπων αυτων 7,4 και ηκουσα τον αριθμον των εσφραγισμενων ρμδ̅ χιλιαδας/χιλιαδες εσφραγισμενοι εκ πασης φυλης υιων ιηλ ̅ 7,5 εκ φυλης ιουδα δωδεκα χιλιαδες εσφραγισμενοι εκ φυλης ρουβιμ δωδεκα χιλιαδες εσφραγισμενοι εκ φυλης γαδ δωδεκα χιλιαδες 7,6 εκ φυλης ασηρ δωδεκα χιλιαδες εκ φυλης νεφθαλειμ δωδεκα χιλιαδες εκ φυλης μανασση/μαναση δωδεκα χιλιαδες 7,7 εκ φυλης συμεων δωδεκα χιλιαδες εκ φυλης λευι δωδεκα χιλιαδες εκ φυλης ισαχαρ δωδεκα χιλιαδες 7,8 εκ φυλης ζαβουλων δωδεκα χιλιαδες εκ φυλης ιωσηφ δωδεκα χιλιαδες εκ φυλης βενιαμιν δωδεκα χιλιαδες εσφραγισμενοι 7,9 μετα ταυτα ειδον και ιδου οχλος πολυς ον αριθμησαι αυτον ουδεις ηδυνατο εκ παντος εθνους και φυλων και λαων και γλωσσων εστωτες ενωπιον του θρονου και ενωπιον του αρνιου περιβεβλημενοι στολας λευκας και φοινικες εν ταις χερσιν αυτων 7,10 και κραζουσι(ν) φωνη μεγαλη λεγοντες η σρια ̅ τω θω ̅ ημων τω καθημενω επι τω θρονω και τω αρνιω 7,11 και παντες οι αγγελοι ειστηκεισαν κυκλω του θρονου και των πρεσβυτερων και των τεσσαρων ζωων και επεσον/επεσαν ενωπιον του θρονου επι τα προσωπα/προσωπον αυτων και προσεκυνησαν τω θω ̅ 7,12 λεγοντες αμην η ευλογια και η δοξα και η σοφια και η ευχαριστ[ε]ια και η τιμη και η δυναμις και η ισχυς τω θω ̅ ημων εις τους αιωνας των αιωνων αμην 7,13 και απεκριθη εις εκ των πρεσβυτερων λεγων μοι ουτοι οι περιβεβλημενοι τας στολας τας λευκας τινες και ποθεν ηλθον και ειρηκα αυτω 7,14 κυριε/κε ̅ μου συ οιδας και ειπε(ν) μοι ουτοι εισιν οι ερχομενοι εκ της θλιψεως της μεγαλης και επλυναν τας στολας αυτων και ελευκαναν αυτας εν τω αιματι του αρνιου 7,15 δια τουτο εισιν ενωπιον του θρονου του θυ ̅ και λατρευουσιν αυτω ημερας και νυκτος εν τω ναω αυτου και ο καθημενος επι του θρονου/τω θρονω σκηνωσει επ αυτους 7,16 ου πεινασουσιν ετι ουδε διψησουσιν/διψησωσιν ουδε μη πεση επ αυτους ο ηλιος ουδε παν καυμα 7,17 οτι το αρνιον το αναμεσον του θρονου ποιμανει αυτους και οδηγησει αυτους επι ζωης/ζωσας πηγας υδατων και εξελει ο θς ̅ παν δακρυον εκ των οφθαλμων αυτων 

8,1 και οτε ηνοιξε(ν) την σφραγιδα την ζ'/εβδομην εγενετο σιγη εν τω ουνω ̅ ως ημιωριον 8,2 και ειδον τους ζ' αγγελους οι ενωπιον του θυ ̅ εστηκασι(ν) και εδοθησαν αυτοις επτα/ζ' σαλπιγγες 8,3 και αλλος αγγελος ηλθε(ν) και εσταθη επι το θυσιαστηριον εχων λιβανωτον χρυσουν και εδοθη αυτω θυμιαματα πολλα ινα δωσει/δωση  τα[ι]ς προσευχα[ι]ς των αγιων παντων επι το θυσιαστηριον το χρυσουν το ενωπιον του θρονου 8,4 και ανεβη ο καπνος των θυμιαματων ταις προσευχαις των αγιων εκ χειρος του αγγελου ενωπιον του θυ ̅ 8,5 και ειληφεν ο αγγελος τον λιβανωτον και εγεμισεν/εγεμησεν αυτον εκ του πυρος του θυσιαστηριου και εβαλεν εις την γην και εγενοντο φωναι και βρονται και αστραπαι και σεισμος 8,6 και οι επτα/ζ' αγγελοι οι εχοντες τας επτα σαλπιγγας ητοιμασαν εαυτους ινα σαλπισωσι(ν) 8,7 και ο πρωτος αγγελος εσαλπισε(ν) και εγενετο χαλαζα και πυρ μεμιγμενον αιματι και εβληθη εις την γην και το τριτον της γης κατεκαη και το τριτον των δενδρων κατεκαη και πας χορτος χλωρος/χλορος κατεκαη 8,8 και ο δευτερος αγγελος εσαλπισε(ν) και ως ορος μεγα πυρι καιομενον εβληθη εις την θαλασσαν 8,9 και εγενετο το τριτον της θαλασσης αιμα και απεθανε(ν) το τριτον των κτισματων των εν τη θαλασση τα εχοντα ψυχας και το τριτον των πλοιων διεφθαρησαν 8,10 και ο τριτος αγγελος εσαλπισε(ν) και επεσεν εκ του ουνου ̅ αστηρ μεγας καιομενος ως λαμπας 8,11 και επεσεν επι το τριτον των ποταμων και επι τας πηγας των υδατων και το ονομα του αστερος λεγεται αψινθος και γινεται το τριτον των υδατων εις αψινθον και πολλοι των ανων ̅ απεθανον εκ των υδατων οτι επικρανθησαν 8,12 και ο τεταρτος αγγελος εσαλπισε(ν) και επληγη το τριτον του ηλιου και το τριτον της σεληνης και το τριτον των αστερων ινα σκοτισθη το τριτον αυτων και η ημερα μη φαινη το τριτον αυτης και η νυξ ομοιως 8,13 και ειδον και ηκουσα ενος αγγελου πετομενου εν μεσουρανηματι λεγοντος φωνη μεγαλη ουαι ουαι ουαι τοις κατοικουσιν επι της γης εκ των λοιπων φωνων της σαλπιγγος των τριων αγγελων των μελλοντων σαλπιζειν